Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 41.9 | Dem. 41.12 (English) | >>Dem. 41.15 |
41.11βούλομαι τοίνυν , ὦ ἄνδρες δικασταί , καὶ περὶ τῶν ἄλλων ὧν ἐγκαλῶ καθʼ ἕκαστον ὑμᾶς διδάξαι . φιάλην μὲν γὰρ λαβόντες παρὰ τῆς Πολυεύκτου γυναικὸς καὶ θέντες ἐνέχυρα μετὰ χρυσίων , οὐκ ἀνενηνόχασιν κεκομισμένοι ταύτην , ὡς ὑμῖν Δημόφιλος ὁ θέμενος μαρτυρήσει · σκηνὴν δʼ ἣν ἔχουσιν , οὐδέ γε ταύτην λαβόντες ἀναφέρουσιν · ἄλλα δὲ πόσα τοιαῦτα ; τὸ δὲ τελευταῖον εἰσενεγκούσης τῆς ἐμῆς γυναικὸς εἰς τὰ Νεμέσεια τῷ πατρὶ μνᾶν ἀργυρίου καὶ προαναλωσάσης , οὐδὲ ταύτης ἀξιοῖ συμβαλέσθαι τὸ μέρος , ἀλλὰ τὰ μὲν ἔχει προλαβών , τῶν δὲ τὰ μέρη κομίζεται , τὰ δʼ οὕτω φανερῶς οὐκ ἀποδίδωσιν . ἵνα τοίνυν μηδὲ ταῦτʼ ᾖ παραλελειμμένα , λαβέ μοι πάντων αὐτῶν τὰς μαρτυρίας .ἴσως τοίνυν , ὦ ἄνδρες δικασταί , πρὸς μὲν ταῦτʼ οὐδὲν ἀντερεῖ Σπουδίας (οὐδὲ γὰρ ἕξει , καίπερ δεινὸς ὤν )· αἰτιάσεται δὲ Πολύευκτον καὶ τὴν γυναῖκʼ αὐτοῦ , καὶ φήσει πάντα ταῦθʼ ὑπʼ ἐμοῦ πεισθέντας καταχαρίσασθαι , καὶ νὴ Δίʼ ἕτερα πολλὰ καὶ μεγάλα βλάπτεσθαι , καὶ δίκην εἰληχέναι μοι · ταῦτα γὰρ καὶ πρὸς τῷ διαιτητῇ λέγειν ἐπεχείρει .
41.13ἐγὼ δʼ , ὦ ἄνδρες δικασταί , πρῶτον μὲν οὐχ ἡγοῦμαι δικαίαν εἶναι τὴν ἀπολογίαν τὴν τοιαύτην , οὐδὲ προσήκειν , ὅταν τις φανερῶς ἐξελέγχηται , μεταστρέψαντα τὰς αἰτίας ἐγκαλεῖν καὶ διαβάλλειν · ἀλλʼ ἐκείνων μέν , εἴπερ ἀδικεῖται , δῆλον ὅτι δίκην λήψεται , τούτων δὲ δώσει · πῶς γὰρ ἂν ἐγὼ νῦν ταῖς τούτων διαβολαῖς ἀντιδικοίην , ἀφεὶς ὑπὲρ ὧν ὑμεῖς μέλλετε τὴν ψῆφον οἴσειν ;
Μαρτυρίαι
41.12
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 41.9 | Dem. 41.12 (English) | >>Dem. 41.15 |